William M. Ramsay · 17 of 17
Rating Paper: ’Απογραφη
RATING PAPER: Ἀπογραφή
Μητροδώρωι ἐπιμελητῆΙ παρὰ Ἀπύγχιος Ἰναρώτιος ἑλληνομεμφίτης sic Ἀπογράφομαι κατὰ τὸ ἐκτεθὲν πρόσταγμα τὴν ὑπάρχυσάν sic μοι οἰκίαν καὶ αὐλὴ sic ἐν τῶν Ἑλληνίωι ἐν τόπωι Ἰμενσθὼτ ἱερῶι, ἧς μέτρα τῆς μὲν οἰκίας π(ήχεις) κα ἐπὶ π(ήχεις) ιγ τῆς δὲ αὐλῆς π(ήχεις) δ ἐπὶ π(ήχεις) [. . .], γείτονες πρὸς νότον οἰκία Ταυψάιτος Φανῶτος, πρὸς βορρᾶν Πάσιτος ἁριάνιος καὶ ὁδὸς ἀνὰ μέσον, πρὸς λίβα σιτοποεῖόν μου καὶ ὁδὸς ἀνὰ μέσον, πρὸς ἀπηλιώτην Ποκαὺς Πετεπτ. ν. ος. Ταύτην οὖν τιμῶμαι (παχμῶν) δʹ (=400). Καὶ ἄλλην οἰκίαν, ἐν ᾖ σιτοποιοῦσιν καὶ αὐλὴ, sic ὧν μέτρα τῆς μὲν οἰκίας μέτρα π(ήχεις) κα ἐπὶ π(ήχεις) ιγ, καὶ τῆς αὐλῆς π(ήχεις) δ ἐπι π(ήχεις) ιγ, γείτονες Ὀννῶφρις Ὥρου οἰκίας, πρὸς βορρᾶν Πάσιτος τοῦ Ἁριάνοις καὶ ὁδὸς ἀνὰ μέσον, πρὸς λίβα Νεφεργήριος Παχράτου, πρὸς ἀπηλιώτην ἡ προγεγραμένη sic οἰκία καὶ ὁδὸς ἀνὰ μέσον. Ταύην οὖν τιμῶμαι χαλκοῦ (δραχμῶν) βʹ (=2000) / τά(λαντον) α.